217 Beiträge

















Bundes-Jogi
Benutzeravatar
Grasdaggl
Χρύσης ἱερεὺς τοῦ Ἀπόλλωνος παραγίγνεται ἐπὶ τὸν ναύσταθμον τῶν Ἑλλήνων βουλόμενος λουτρώσασθαι τὴν θυγατέρα αὐτοῦ Χρυσηίδα. οὐκ ἀπολαβὼν δέ, ἀλλὰ καὶ μεθ’ ὕβρεως ἀποδιωχθεὶς ηὔξατο τῷ Ἀπόλλωνι κατὰ τῶν Ἑλλήνων. λοιμοῦ δὲ γενομένου καὶ πολλῶν, ὡς εικός, διαφθειρομένωνἐκκλησίαν Ἀχιλλεὺς συνήγαγεν. Κάλχαντος δὲ διασαφήσαντος τὴν ἀληθῆ αἰτίαν καὶ κελεύσαντος Ἀχιλλέως ἐξιλάσκεσθαι τὸν θεὸν Ἀγαμέμνων ὀργισθεὶς διηνέχθη πρὸς τὸν Ἀχιλλέα καὶ αὐτοῦ τὸ γέρας ἀπέσπασε τὴν Βρισηίδα. ὁ δὲ ὀργίζεται τοῖς Ἕλλησιν. Θέτις δὲ τοῦ υἱοῦ δεηθέντος εἱς Ὄλυμπον ἀνελθοῦσα ᾐτήσατο παρὰ τοῦ Διός, ὅπως τοὺς Τρῶας ἐπικρατεστέρους τῶν Ἑλλήνων ποιήσῃ. Ἥρα δὲ γνοῦσα τοῦτο διηνέχθη πρὸς τὸν Δία, ἕως αὐτοὺς διέλυσεν Ἥφαιστος οἰνοχοήσας ἐν ἐκπώματι χρυσῷ. οἱ δὲ τὸ λοιπὸν τῆς ἡμέρας εὐωχηθέντες εἰς ὕπνον τρέπονται.
„Selbst das wildeste Tier kennt doch des Mitleids Regung“ – „Ich kenne keins und bin deshalb kein Tier“ (Richard III).


Bundes-Jogi
Benutzeravatar
Grasdaggl
Μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε,
πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄιδι προίαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
„Selbst das wildeste Tier kennt doch des Mitleids Regung“ – „Ich kenne keins und bin deshalb kein Tier“ (Richard III).